1
ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
2
Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
3
Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
4
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
5
μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι
6
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
7
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
8
χειμέριαι κατὰ πόντον ἀμείλιχον: οἳ δ’ ἀπὸ νηῶν
9
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
10
ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες
11
πρύμνης: τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
12
θῆκαν ὑποβρυχίην: οἳ δ’ ἐξαπίνης ἐφάνησαν
13
ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,
14
αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
15
κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
16
σήματα καλά, πόνου ἀπονόσφισιν: οἳ δὲ ἰδόντες
17
γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
18
χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων:
19
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.