1
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
2
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
3
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
4
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
5
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
6
χρύσεα, παμφανόωντα: σέβας δ’ ἔχε πάντας ὁρῶντας
7
ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
8
ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
9
σείσασ’ ὀξὺν ἄκοντα: μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
10
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα
11
σμερδαλέον ἰάχησεν: ἐκινήθη δ’ ἄρα πόντος,
12
κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ’ ἅλμη
13
ἐξαπίνης: στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
14
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
15
εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
16
Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.
17
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:
18
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.