1
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγʼ ἀείδει,
2
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
3
Πηνειόν· σὲ δʼ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
4
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
5
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σʼ ἀοιδῇ.