1
μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων
2
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
3
ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶν
4
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
5
οὔρεά τʼ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
6
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ.