Book 1

1.1
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
1.2
οὐλομένην· ἡ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν·
1.3
πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
1.4
ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
1.5
οἰωνοῖσί τε πᾶσι· Διὸς δ' ἐτελείετο βουλή·
1.6
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
1.7
Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς·
1.8
τίς τάρ σφωε θεῶν ἔριδι ξυνἕηκε μάχεσθαι·
1.9
Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
1.10
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν· ὀλέκοντο δὲ λαοὶ.
1.11
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
1.12
Ἀτρείδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
1.13
λυσόμενός τε θύγατρα· φέρον τ' ἀπερείσι' ἄποινα·
1.14
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
1.15
χρῡσέῳ ἀνὰ σκήπτρῳ· καὶ λίσσετο πάντας Ἀχαιούς·
1.16
Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν·
1.17
Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί·
1.18
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες
1.19
ἐκπέρσαι Πριάμοιο πόλιν· εὖ δ' οἴκαδ' ϊκέσθαι·
1.20
παῖδα δ' ἐμοὶ λύσαιτε φίλην· τὰδ' ἄποινα δεχέσθαι.
1.21
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα·
1.22
Ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ.
1.23
αἰδεῖσθαί θ' ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
1.24
ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ·
1.25
ἀλλα κακῶς ἀφίει· κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·
1.26
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
1.27
ἠ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰ̈όντα·
1.28
μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
1.29
τὴνδ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γηρας ἔπεισιν.
1.30
ἡμετέρῳ ἐνι οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης